Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.379 Joseph. AJ 8.383 (English) >>Joseph. AJ 8.387

8.382τοῦ δὲ προφήτου προσελθόντος αὐτῷ πάλιν καὶ νίκην τὸν θεὸν αὐτῷ διδόναι φήσαντος, ἵνα τὴν ἰδίαν ἰσχὺν ἐπιδείξηται μὴ μόνον ἐν τοῖς ὄρεσιν ἀλλὰ κἀν τοῖς πεδίοις ὑπάρχουσαν, ὅπερ οὐκ εἶναι δοκεῖ τοῖς Σύροις, ἑπτὰ μὲν ἡμέρας ἀντεστρατοπεδευκότες ἡσύχαζον, τῇ δὲ ὑστάτῃ τούτων ὑπὸ τὸν ὄρθρον προελθόντων ἐκ τοῦ στρατοπέδου τῶν πολεμίων καὶ παραταξαμένων εἰς μάχην ἀντεπεξῆγε καὶ Ἄχαβος τὴν οἰκείαν δύναμιν. 8.383καὶ συμβαλὼν καρτερᾶς τῆς μάχης γενομένης τρέπεται τοὺς πολεμίους εἰς φυγὴν καὶ διώκων ἐπέκειτο. οἱ δὲ καὶ ὑπὸ τῶν ἁρμάτων καὶ ὑπʼ ἀλλήλων ἀπώλοντο, ἴσχυσαν δʼ ὀλίγοι διαφυγεῖν εἰς τὴν Ἀφεκὰ πόλιν αὐτῶν. 8.384ἀπέθανον δὲ καὶ αὐτοὶ τῶν τειχῶν αὐτοῖς ἐπιπεσόντων ὄντες δισμύριοι ἑπτακισχίλιοι. διεφθάρησαν δʼ ἐν ἐκείνῃ τῇ μάχῃ ἄλλαι μυριάδες δέκα. δὲ βασιλεὺς τῶν Σύρων Ἄδαδος φεύγων μετά τινων πιστοτάτων οἰκετῶν εἰς ὑπόγειον οἶκον ἐκρύβη. 8.385τούτων φιλανθρώπους καὶ ἐλεήμονας εἶναι φησάντων τοὺς τῶν Ἰσραηλιτῶν βασιλέας καὶ δυνήσεσθαι τῷ συνήθει τρόπῳ τῆς ἱκετείας χρησαμένους τὴν σωτηρίαν αὐτῷ παρʼ Ἀχάβου λαβεῖν, εἰ συγχωρήσειεν αὐτοῖς πρὸς αὐτὸν ἀπελθεῖν, ἀφῆκεν· οἱ δὲ σάκκους ἐνδυσάμενοι καὶ σχοινία ταῖς κεφαλαῖς περιθέμενοι, οὕτως γὰρ τὸ παλαιὸν ἱκέτευον οἱ Σύροι, πρὸς Ἄχαβον παρεγένοντο καὶ δεῖσθαι τὸν Ἄδαδον σώζειν αὐτὸν ἔλεγον εἰς ἀεὶ δοῦλον αὐτοῦ τῆς χάριτος γενησόμενον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.379 Joseph. AJ 8.383 (English) >>Joseph. AJ 8.387

Powered by PhiloLogic